478/79 μυστήρια, μόνῳ δὲ τέκνῳ | ἀθανασίαν ἀξιῶ, μύσται τῆς ἡμετέρας δυνά|μεως ταύτης
475 Be gracious to me, Providence and Soul, as I write these things, the unspeakable mysteries, the mysteries handed down, and for my only child I deem immortality worthy, who is initiated into this our power,
480 (χρὴ οὖν σε, ὦ θύγατερ, λαμβά||νειν χυλοὺς βοτανῶν καὶ εἰδῶν τῶν μ[ελ]|λόντων σοι (μη- νυθήσεσθαι) ἐν τῷ τέλει τοῦ ἱεροῦ μου συντά'|γματος), ἣν ὁ μέγας θεὸς ¨Ήλιος Μίθρας ἐκέλευ|¨σέν μοι μεταδοθῆναι ὑπὸ τοῦ ἀρχαγγέλου | αὐτοῦ, ὅπως ἐγὼ μόνος αἰ<τ>η-
480 (for it is necessary for you, O daughter, to receive the juices of herbs and of the forms which are about to be revealed to you at the completion of my sacred instruction), which the great Theos Helios Mithras commanded to be transmitted to me by his head messenger (archangel), so that I alone, Aiētēs (Aeetes)


αἰήτης - closeup
485 τὴς οὐρανὸν βαί||νω καὶ κατοπτεύω πάντα. ἔστιν δὲ τοῦ λόγου | ἥδε ἡ κλῆσις· '[Γ]ένεσις πρώτη τῆς ἐμῆς γενέσεως· αεηιουω, | ἀρχὴ τῆς ἐμῆς ἀρχῆ<σ> πρώτη
485 (cont... Aeetes), I ascend into Ouranos (heaven) and behold (I look down upon / survey / behold from above) everything. And this is the invocation of the logos: First genesis of my genesis: αεηιουω, first beginning of my beginning.
Β1. 7v ̇π̇π̇π ̇σ̇σ̇σ φ̇ρ̇[·], || πνεῦμα πνεύματος, τοῦ ἐν ἐμοὶ πνεύματος | πρῶτον ̇μ̇μ̇μ.
B1. 7v ppp sss phr[], spirit of spirit, of the spirit within me, first mmm,
491 πῦρ, τὸ εἰς ἐμὴν κρᾶσιν τῶν || ἐν ἐμοὶ κράσεων Θεοδώρητον, τοῦ ἐν ἐμοὶ πυ|ρὸς πρῶτον ηυ ηια εη, ὕδωρ ὕδατος, τοῦ ἐν | ἐμοὶ ὕδατος πρῶτον ωωω ααα εεε,
491 fire, the first fire of the fire within me, for my mixture of the mixtures within me, Theodorēton, ēn gia tē, water of water, of the water within me, first ōōō aaa eee,
495 οὐσία | γεώδης τῆς ἐν ἐμοὶ οὐσίας γεώδους πρώτη || η υωη, σῶμα τέλειον ἐμοῦ τοῦ δεῖνα τῆς δεῖνα, δια|πεπλασμένον ὑπὸ βραχίονος ἐντίμου καὶ δε|ξιᾶς χειρός ἀφθάρτου ἐν ἀφωτίστῳ καὶ διαυγεῖ| κόσμῳ, ἔν τε ἀψύχῳ καὶ ἐψυχωμένῳ υηι | αυι .
495 earthly substance of the earthly substance within me, first ē upsē, perfect body of me, the so-and-so born of the so-and-so, fashioned by an honored arm and right hand.
500 ευωιε. ἐὰν δὲ ὑμῖν δόξῃ μετερτα || φωθ (μεθαρθα φηρίη ἐν ἄλλῳ) ἱερεζαθ μεταπαραδῶναί με τῇ ἀθανάτῳ γενέσει,| έχομένως τῇ ὑποκειμένῃ μου φύσει' ἵνα | μετὰ τὴν
505 ἐνεστῶσαν καὶ σφόδρα κατεπεί | γουσάν με χρείαν ἐποπτεύσω τὴν ἀθάνατον || ἀρχὴν τῷ ἀθανάτῳ πνεύματι ανχρε|φρενεσουφιριγχ' τῷ ἀθανάτῳ ὕδατι | ερονουϊ παρακουνηθ, τῷ στερεωτάτῳ | ἀέρι εἴοαη ψεναβωθ, ἵνα νοήματι μετα|γεν<ν>ηθῶ κραοχγραξ
510 ρ οϊμ εναρχομαι, || καὶ πνεύσῃ ἐν ἐμοὶ τὸ ἱερὸν πνεῦμα νεχθεν | αποτου νεχθιν αρπι ηθ, ἵνα θαυμάσω | τὸ ἱερὸν πῦρ κυφε, ἵνα θεάσωμαι τὸ ἄβυσ|σον τῆς ἀνατο-
515 λῆς φρικτὸν ὕδωρ νυω | θεσω εχω ουχιεχωα, καὶ ἀκούσῃ μου ὁ Ζωο| γόνος καὶ περικεχυμένος αιθήρ αρνομηθφ, | ἐπεὶ μέλλω κατοπτεύειν σήμερον τοῖς ἀθα|νάτοις ὄμμασι, θνητὸς γεννηθεὶς ἐκ θνη|τῆς ὑστέρας, βεβελτιωμένος ὑπὸ κράτους | μεγα-
520 λοδυνάμου καὶ δεξιᾶς χειρὸς ἀφθάρ|του, ἀθανάτῳ πνεύματι τὸν ἀθάνατον Αἰῶ|να καὶ δεσπότην τῶν πυρίνων διαδημά|των, ἁγίοις ἁγιασθεὶς ἁγιάσμασι, ἅγιος, ὑπ<εξ-
525 εστώσης μου πρὸς ὀλίγον τῆς ἀνθρωπί|νης μου ψυχικῆς δυνάμεως, ἣν ἐγὼ πάλιν μεταπαραλήμψομαι μετὰ τὴν ἐνεστῶσαν καὶ κατεπείγουσάν με πικρὰν ἀνάγκην ἀχρεοκόπητον, ἐγὼ ὁ δεῖνα, ὃν ἡ δεῖνα, κατὰ δόγμα | Θεοῦ ἀμετάθετον ευη υΐα εηι
530 αω εἴαυ | ϊυα ϊεω. ἐπεὶ οὐκ ἔστιν μοι ἐφικτὸν θνη|τὸν γεγῶτα συνα<ν>ιέναι ταῖς χρυσοειδέσιν ' μαρμαρυγαῖς τῆς ἀθανάτου λαμπηδό|νος ωηυ αεω ηυα εωη υαε ωιαε, ἕσταθι, φθαρτὴ βροτῶν φύσι, καὶ αὐτίκα <αναλαβέ> | με ὑγιῆ μετὰ τὴν ἀπαραίτη
535 τον καὶ κατεπε|ί| γουσαν χρείαν. ἐγὼ γάρ εἰμι ὁ υἱὸς ψυχω[ν]| δέμου προχω πρωα, ἐγώ εἰμι μαχαρφ[.]ν μου πρωψυχων πρωε.'
ἕλκε ἀπὸ τῶν | ἀκτίνων πνεῦμα γ ̓ ἀνασπῶν, ὃ δύνα[σ]αι, | καὶ ὄψῃ
540 σεαυτὸν ἀνακουφιζόμενον [κ]αὶ || ὑπερβαίνοντα εἰς ὕψος, ὥστε σε δοκεΐν μ]έσον τοῦ ἀέρος εἶναι οὐδενὸς δὲ ἀκούσει [ο]ὔτε ἀνθρώπου οὔτε ζῴου ἄλλ<ου>, οὐδὲ ὄψῃ οὐδὲν | τῶν ἐπὶ γῆς θνητῶν ἐν ἐκείνῃ τῇ ὥρᾳ, πάν|τα δὲ ὄψῃ
545 ἀθάνατα· ὄψῃ γὰρ ἐκείνης τῆς ἡμέρας | καὶ τῆς ὥρας θείαν θέσιν, τοὺς πολεύοντας | ἀναβαίνοντας εἰς οὐρανὸν θεούς, ἄλλους | δὲ καταβαίνοντας. ἡ δὲ πορεία τῶν όρωμένων θεῶν διὰ τοῦ δίσκου, πατρός μου, θεοῦ, |γ φανή-
550 σεται, ὁμοίως δὲ καὶ ὁ καλούμενος αύ|λός, ἡ ἀρχὴ τοῦ λειτουργοῦντος ἀνέ-
μου· ὄψῃ | γὰρ ἀπὸ τοῦ δίσκου ὡς αὐτὸν κρεμάμενον. εἰς | δὲ τὰ μέρη τὰ πρὸς λίβα ἀπέραντον οἷον ἀπηλιώτην, ἐὰν ᾗ κεκληρωμένος εἰς τὰ μέρη | τοῦ ἀπηλιώ-
555 του, καὶ ὁ ἕτερος ὁμοίως εἰς τὰ μέ|ρη τὰ ἐκείνου, ὄψῃ τὴν ἀποφορὰν τοῦ ὁράματος· | ὄψῃ δὲ ἀτενίζοντάς σοι τοὺς θεοὺς καὶ ἐπί σε όρμωμένους. σὺ δὲ εὐθέως ἐπίθες δεξιὸν | δάκτυλον ἐπὶ τὸ στόμα καὶ λέγε· 'σιγή, αυγή, | σαγή, σύμβολον
560 Θεοῦ Ζῶντος ἀφθάρτου | φύλαξόν με, σιγή νεχθειο θανμέλου', ἔπειτα σύρισον μακρὸν συριγμόν, ἔπειτα πόππυ|σον λέγων· προπροφεγγή μοριος προ|φυρ προφεγγή
565 νεμεθιρε αρψεντεν | πιτητμι μεωυ εναρθ φυρκεχω ψυ|ριδαρίω τυρη φιλβα΄ καὶ τότε ὄψῃ τοὺς | θεούς σοι εὐμενῶς ἐμβλέποντας καὶ μη|κέτι ἐπί σε ορμωμένους, ἀλλὰ πορευομέ|νους ἐπὶ τὴν ἰδίαν τάξιν τῶν πραγμάτων. | ὅταν οὖν ἴδῃς τὸν ἄνω
570 κόσμον καθαρὸν | καὶ δονούμενον καὶ μηδένα τῶν θεῶν | ἢ ἀγγέλων ορ<μ>ώμενον, προσδόκα βροντῆς | μεγάλης ἀκούσεσθαι κτύπον, ὥστε σε ἐκ | πλαγῆναι. οὐ δὲ
575 πάλιν λέγε·΄σιγή, σιγή (λόγος), ἐγώ εἰμι σύμπλανος ὑμῖν ἀστήρ, καὶ ἐκ τοῦ βάθους ἀναλάμπων οξυ ο Ξερθευθ.' · ταῦτά σου εἰπόντος εὐθέως ὁ δίσκος ἁπλωθήσεται. μετὰ δὲ τὸ εἰπεῖν σε τὸν β' λόγον,| ὅπου ΄σιγή, σιγή' καὶ τὰ ἀκόλουθα,
580 σύρισον β |́ καὶ πόππυςον βʹ, καὶ εὐθέως ὄψῃ ἀπὸ τοῦ δί|σκου ἀστέρας προερχομένους πενταδακτυ|λιαίους πλείστους καὶ πιπλῶντας ὅλον | τὸν ἀέρα. σὺ δὲ πάλιν λέγε ΄σιγή, σιγή.' | καὶ τοῦ δίσκου ἀνυγέντος ὄψῃ ἄπυρον | “κύκλωμα καὶ θύρας
585 πυρίνας ἀποκε|κλεισμένας. σὺ δὲ εὐθέως δίωκε τὸν ὑπο κείμενον λόγον καμμύων σου τοὺς ὀφθαλ|μούς. λόγος γ'΄ 'ἐπάκουσόν μου, άκου|σόν μου, τοῦ δεῖνα τῆς δεῖνα, κύριε, ὁ συνδήσας
590 πνεύματι τὰ πύρινα κλῆθρα τοῦ τετρα|λιζώματος, πυρίπολε, πεντιτερουνι, φωτὸς κτίστα (οἱ δὲ' συγκλείστα) Σεμεαιλαμ, | πυρίπνοε ψυρίνφευ, πυρίθυμε
595 Ἰάω, πνευματόφως ωαϊ, πυριχαρῆ | ἔλουρε, καλλίφως αζαΐ, Αιών αχβα, | φωτοκράτωρ πεππερ πρεπεμπιπι, πυ|ρισώματε φνουηνιοχ, φωτοδῶτα, πυ|ριςπόρε αρει εἴκιτα, πυρικλόνε | γαλλαβάλβα, φωτοβία ιαιαιω, πυριδῖνα πυριχι | βοοσηια, φωτοκινῆτα
600 σανχέρωβ, κεραυνο |κλόνε ιη ωη ιωηιω, φωτὸς κλέος βεεγένητε, | αὐξησίφως σουσινεφιεν, πυριεχησίφως | σoυσΐνεφι αρενβαράζει μαρμαρέντευ | ἀστροδάμα· ἄνοιξόν μοι, προ-
605 προφεγγή, εμε | θειρε μοριομοτυρηφιλβα, ὅτι ἐπικαλοῦ|μαι ἕνεκα τῆς κατεπειγούσης καὶ πικρᾶς καὶ | ἀπαραιτήτου ἀνάγκης τὰ μηδέπω χωρήσαντα | εἰς θνητὴν φύσιν μηδὲ φρασθέντα ἐν δια|ρθρώσει ὑπὸ ἀνθρωπίνης γλώσσης ἢ θνητοῦ | φθόγγου ἢ θνητῆς
610 φωνῆς ἀθάνατα ζῶντα || καὶ ἔντιμα ὀνόματα· ηεω σηεω ιωω | οη ηεω ηεω ση εω ιωω οηηε ωηε | ωοη ιη ηω οω οη ιεω οη ωοη ιεω οη ιεεω | εη ιω ση ιοη ωηω εοη οεω ωιη
615 ωτη εω | οι ιιι ηοη ωυη ηωοηε εω ηια αηα εηα |ηεεη εεη εεη ιεω ηεω οηεεοη ηεω | ηυω οη εϊω ηω ωε ωη εε οοο υιωη.'| ταῦτα πάντα λέγε μετά πυρός και πνεύμα| τος τὸ πρῶτον ἀποτελῶν, εἶτα ὁμοίως τὸ δεύτερον ἀρχόμενος, ἕως ἐκτελέσης τοὺς |
620 Ζ ́ ἀθανάτους θεοὺς τοῦ κόσμου. ταῦτά σου εἰ πόντος ἀκούσει βροντῆς καὶ κλόνου τοῦ περὶ ἔχοντος. ὁμοίως δὲ σεαυτὸν αἰςθηθήσει τα ρασσόμενον. σὺ δὲ πάλιν λέγε·
625 σιγή' (λόγος), εἶτα ἄνοιξον τοὺς ὀφθαλμοὺς καὶ ὄψῃ ἀνεψγυΐ|ας τὰς θύρας καὶ τὸν κόσμον τῶν θεῶν, ὅς ἐστιν ἐν|τὸς τῶν θυρῶν, ὥστε ἀπὸ τῆς τοῦ θεάματος ἡδο | νῆς καὶ τῆς χαρᾶς τὸ πνεῦμά σου συντρέχειν | καὶ ἀναβαίνειν. στὰς οὖν
630 εὐθέως ἕλκε ἀπὸ τοῦ | θείου ἀτενίζων εἰς σεαυτὸν τὸ πνεῦμα. ὅταν ‖ οὖν ἀποκατασταθῇ σου ἡ ψυχή, λέγε· 'πρόσελθε, | κύριε, αρχανδαρα φωταζα πυρίφωτα ζα βυθιξ ετί|μενμερο φοράθην ερίη προ| θρι φοραθι,' τοῦτο εἰπόντος στραφήσονται| ἐπί σε
635 αἱ ἀκτῖνες· ἔσιδε αὐτῶν μέσον. ὅταν | οὖν τοῦτο ποιήσῃς, ὄψῃ θεὸν νεώτερον, εὐει | δῆ, πυρινότριχα, ἐν χιτῶνι λευκῷ καὶ χλα|μύδι κοκκίνῃ ἔχοντα πύρινον στέφανον. |εὐθέως ἄσπαςαι αὐτὸν τῷ πυρίνῳ ἀσπαστικῷ· |
640 'κύριε, χαῖρε, μεγαλοδύναμε, με<γα>λοκράτωρ, | βασιλεύ, μέγιστε θεῶν, ΄΄Ηλιε, ὁ κύριος τοῦ οὐρα|νοῦ καὶ τῆς γῆς, θεὲ θεῶν, ἰσχύει σου ἡ πνοιή, | ισχύει σου ἡ δύναμις, κύριε· ἐάν σοι δόξη, ἄγ|γειλόν με τῷ μεγίστω θεῷ, τῷ σε γεννή-
645 σαντι | καὶ ποιήσαντι, ὅτι ἄνθρωπος, ἐγὼ ὁ δεῖνα τῆς δεῖνα, | γενόμενος ἐκ θνητῆς ὑστέρας τῆς δεῖνα καὶ ἰχῶρος σπερματικοῦ καὶ, σήμερον τούτου ὑπό σου με<τα>γεννηθέντος, ἐκ τοσούτων μυριάδων απαθανατισθεὶς ἐν ταύτῃ τῇ ὥρᾳ κατὰ
650 δόκησιν θεοῦ, | ὑπερβαλλόντως ἀγαθοῦ, προσκυνῆσαί σε | ἀξιοῖ καὶ δέεται κατὰ δύναμιν ἀνθρωπίνην (ἵνα συνπαραλάβῃς τὸν τῆς σήμερον ἡμέρας | καὶ ὥρας ὡρονόμον, ᾧ ὄνομα θραψιαρι· | μοριροκ, ἵνα φανείς χρηματίσῃ ἐν ταῖς ἀγα | θαῖς ὥραις· εωρω ρωρε
655 ωρρι ωριωρ ρωρ ρωι |. ωρ ρεωρωρι εωρ εωρ εωρ εωρε)'. ταῦτά σου εἰ|πόντος ελεύσεται εἰς τὸν πόλον, καὶ ὄψῃ αὐτὸν περι|πατοῦντα ὡς ἐν ὁδῷ. σὺ δὲ ἀτενίζων καὶ μύκωμα | μακρὸν κερατοειδῶς, ὅλον ἀποδιδοὺς τὸ πνεῦ|μα, βασανίζων τὴν λαγόνα, μυκῶ
600 καὶ κατα | φίλει τὰ φυλακτήρια καὶ λέγε, πρῶτον εἰς τὸ δεξ|ιόν· 'φύλαξόν με προσυμηρι.' ταῦτα εἰπὼν ὄψῃ θύρας ἀνοιγομένας καὶ ἐρχομένας ἐκ τοῦ βά|θους ζ'
665 Τύχαι, κρατοῦσαι χρύσεα βραβεία. ταῦτα ἰδὼν | ἀσπάζου οὕτως· 'χαίρετε, αἱ Ζ'Τύχαι τοῦ οὐρα|νοῦ, σεμναὶ καὶ ἀγαθαὶ παρθένοι, ἱεραὶ καὶ | ὁμοδίαιτοι τοῦ
670 μινιμιρροφορ, αἱ ἁγιώτα|ται φυλάκισσαι τῶν τεσσάρων στυλίσκων. || χαῖρε, ἡ πρώτη, χρεψενθαης, χαῖρε, ἡ β',| μενεσχεης, χαῖρε, ἡ γ', μεχραν, χαῖρε, ἡ δ',| αραρμάχης, χαῖρε
672 ή ε', εχομμιη, χαῖρε, ἡ ς',| τιχνονδαης, χαῖρε, ἡ ζ', Ἐρού, ρομβρίης.᾽ | προέρχονται δὲ
675 καὶ ἕτεροι ζ ́ θεοὶ ταύρων | μελάνων πρόσωπα ἔχοντες ἐν περιζώ||μασιν λινοῖς
κατέχοντες ζ ́ διαδήματα χρύ|σεα. οὗτοί εἰσιν οἱ καλούμενοι πολοκράτορες | τοῦ οὐρανοῦ, οὓς δεῖ σε ἀσπάσασθαι ὁμοίως ἕκα|στον τῷ ἰδίῳ αὐτῶν ὀνόματι· ῾χαί-
680 ρετε, οἱ κνωδα'|κοφύλακες, οἱ ἱεροὶ καὶ ἄλκιμοι νεανίαι, οἱ στρέφοντες ὑπὸ ἓν κέλευσμα τὸν περιδίνητον | τοῦ κύκλου ἄξονα τοῦ οὐρανοῦ καὶ βροντὰς καὶ ἀστραπὰς καὶ σεισμῶν καὶ κεραυνῶν βολὰς ἀφι|έντες εἰς δυσσεβῶν φύλα, ἐμοὶ δὲ
685 εὐσεβεῖ | καὶ θεοσεβεῖ ὄντι ὑγείαν καὶ σώματος ὁλοκλη|ρίαν, ἀκοῆς τε καὶ δράσεως εὐτονίαν, άταρα|ξίαν ἐν ταῖς ἐνεστώσαις τῆς σήμερον ἡμέ|ρας ἀγαθαῖς ὥραις, οἱ κύριοί μου καὶ μεγα|λοκράτορες θεοί· χαῖρε, ὁ πρῶτος, αϊερωνθι, χαῖρε, ὁ β',
690 μερχείμερος, χαῖρε, ὁ γ', αχριχιουρ, | χαῖρε, ὁ δ', μεσαργιλτω, χαῖρε, ὁ έ, χιχρω αλιθω, χαῖρε, ὁ ς', ερμιχθαθωψ, χαῖρε,' ὁ ζ', εοραςιχη.' ὅταν δὲ ἐνστῶσιν ἔνθα καὶ ἔνθα
695 τῇ τάξει, ἀτένιζε τῷ ἀέρι καὶ ὄψῃ | κατερχομένας ἀστραπας καὶ φῶτα μαρ||μαίροντα καὶ σειομένην τὴν γῆν καὶ | κατερχόμενον θεὸν ὑπερμεγέθη, φωτι|νὴν ἔχοντα τὴν ὄψιν, νεώτερον, χρυσοκόμαν, | ἐν χιτῶνι λευκῷ καὶ χρυσῷ στεφάνῳ
700 καὶ | ἀναξυρίsι, κατέχοντα τῇ δεξιᾷ χειρὶ μόσχου || ὦμον χρύσεον, ὅς ἐστιν Αρκτος ἡ κινοῦσα καὶ ἀντιστρέφουσα τὸν οὐρανόν, κατὰ ὥραν ἀναπολεύουσα καὶ καταπολεύουσα. ἔπειτα ὄψῃ | αὐτοῦ ἐκ τῶν ὀμμάτων ἀστραπὰς καὶ ἐκ τοῦ | σώματος
705 ἀστέρας ἁλλομένους. σὺ δὲ εὐθέως || μύκωμα μακρόν, βασανίζων τὴν γαστέρα, ἵνα συνκινήσῃς τὰς πέντε αἰσθήσεις, μα|κρὸν εἰς ἀπόθεσιν, μυκῶ καταφιλῶν πάλιν τὰ φυλακτήρια καὶ λέγων· μοκριμο φεριμο| φερέρι Ζω<ή> μου, τοῦ δεῖνα, μένε σύ,
710 νέμε ἐν τῇ || ψυχή μου, μή με καταλείψῃς, ὅτι κελεύει σοι | ενθο φενεν θροπιωθ.' καὶ ἀτένιζε τῷ θεῷ | μακρὸν μυκώμενος καὶ ἀσπάζου οὕτως· | ΄κύριε, χαῖρε,
715 δέσποτα ὕδατος, χαῖρε, κατάρχα | γῆς, χαῖρε, δυνάςτα πνεύματος, λαμπροφεγγῆ, προπροφεγγή, εμεθιρι αρτεντεπι·| θηθ· μιμεω υενάρω φυρχέχω ψηφι | δαριω· Φρῆ Φρηλβα· χρημάτισον, κύριε, | περὶ τοῦ δεῖνα πράγματος. κύριε, παλινγενόμε|νος ἀπογίγνο-
720 μαι, αὐξόμενος καὶ αὐξηθείς || τελευτῶ, ἀπὸ γενέσεως ζωογόνου γενόμενος, εἰς ἀπογενεσίαν ἀναλυθεὶς πορεύομαι, ὡς σὺ ἔκτισας, ὡς σὺ ἐνομοθέτησας καὶ | ἐποίησας μυστήριον. ἐγώ εἰμι φερουρα | μιούρι.' ταῦτά σου εἰπόντος εὐ-
725 θέως χρη | σμωδήσει. ὑπέκλυτος δὲ ἔσει τῇ ψυχῇ καὶ | οὐκ ἐν σεαυτῷ ἔσει, ὅταν σοι ἀποκρίνηται. λέγει δέ σοι διὰ στίχων τὸν χρησμὸν καὶ εἰπὼν | ἀπελεύσεται, σὺ δὲ στήκεις ενεός, ὡς ταῦ|τα πάντα χωρήσεις αυτομάτως, καὶ τότε
730 μνημονεύσεις ἀπαραβάτως τὰ ὑπὸ τοῦ | μεγάλου Θεοῦ ῥηθέντα, κἂν ἠν μυρίων
στί|χων ὁ χρησμός. ἐὰν δὲ θέλῃς καὶ συνμύ|στη χρήσασθαι ὥστε τα λεγόμενα
735 ἐκεῖνον | μόνον σύν σοι ἀκούειν, συναγνευέτω σοι <ζ'> || ἡμέρας καὶ ἀποσχέσθω ἐμψύχων καὶ βαλα|νείου. ἐὰν δὲ καὶ μόνος ἧς καὶ ἐγχειρῆς τὰ | ὑπὸ τοῦ Θεοῦ
εἰρημένα, λέγεις ὡς ἐν ἐκστάσει | ἀποφοιβώμενος. ἐὰν δὲ καὶ δεῖξαι αὐτῷ θέ | λης,
740 κρίνας, εἰ ἄξιός ἐστιν ἀσφαλῶς ὡς ἄν||θρωπος, χρησάμενος τῷ τ<ρ>όπῳ, ὡς ὑπὲρ
αὐτοῦ | κρινόμενος ἐν τῷ ἀπαθαν<ατ>ισμῷ, τὸν πρῶ|τον ὑπόβαλε αὐτῷ λόγον, οὗ ἡ ἀρχή· ΄γένε|σις πρώτη τῆς ἐμῆς γενέσεως αεηιουω.᾽ | τὰ δὲ ἑξῆς ὡς μύστης
745 λέγε αὐτοῦ ἐπὶ τῆς || κεφαλῆς ἀτόνῳ φθόγγῳ, ἵνα μὴ ἀκούσῃ, | χρίων αὐτοῦ τὴν ὄψιν τῷ μυστηρίῳ. γί|γνεται δὲ ὁ ἀπαθανατισμὸς οὗτος τρὶς τοῦ | ἐνιαυτοῦ. ἐὰν
δὲ βουληθῇ τις, ὦ τέκνον, | μετὰ τὸ παράγγελμα παρακοῦσαι, τῷ οὐκέτι ||
750 υπάρξει.
Διδασκαλία τῆς πράξεως· λαβὼν | κάνθαρον ἡλιακὸν τὸν
τὰς ι̅β ΄ακτίνας | ἔχοντα ποίησον εἰς βησίον καλλάϊνον | βαθὺ ἐν ἁρπαγῇ τῆς σελήνης βληθῆναι, |
755 συνεμβαλὼν αὐτῷ λωτομήτρας σπέρμα | καὶ μέλι λειώσας ποίησον μαζίον, καὶ εὐθέ|ως αὐτὸν ὄψῃ προσερχόμενον καὶ ἐσθί|οντα, καὶ ὅταν φάγῃ, εὐθέως θνῄσκει. τοῦ | τον ἀνελόμενος βάλε εἰς ἀγγεῖον ὑελοῦν | μύρου ῥοδίνου καλλίστου, ὅσον
760 βούλει, καὶ || στρώσας καθαρείως άμμον ἱερὰν ἐπίθες | τὸ ἀγγεῖον καὶ λέγε τὸ ὄνομα ἐπὶ τοῦ ἄγγους ἐπὶ ἡμέρας ζ' ἡλίου μεσουρανοῦντος· ἐγώ σε ἐτέλεσα, ἵνα μοι ἥ σου ουσία γένῃ χρήσι|μος, τῷ δεῖνα μόνῳ ιε ια η εη ου εια· ἐμοὶ μόνῳ
765 | χρησιμεύσης· ἐγὼ γάρ εἰμι φωρ φορα | φως φοτιζαας (οἱ δέ· φωρ φωρ οφοθεί ' ξαας).' τῇ δὲ Ζ' ἡμέρᾳ βαςτάξας τὸν κάνθαρον, | θάψας Σμύρνῃ καὶ οἴνω Μενδησίῳ καὶ τα
770 βυσ|σίνῳ ἀπόθου ἐν κυαμῶνι Ζωοφυτοῦντι. | τὸ δὲ χρίσμα ἑστιάσας καὶ συνευωχηθεὶς | ἀπόθου καθαρείως εἰς τὸν ἀπαθανατισμόν. | ἐὰν δὲ ἄλλῳ θέλης δεικνύειν, ἔχε τῆς καλουμένης βοτάνης κεντρίτιδος χυλόν πε|ριχρίων τὴν ὄψιν, οὗ βούλει,
775 μετὰ ῥοδίνου, | καὶ ὄψεται δηλαυγῶς ὥστε σε θαυμάζειν. | τούτου μείζον οὐχ εὗρον ἐν τῷ κόσμῳ πρα|γματείαν. αίτοῦ δέ, ἃ βούλει, τὸν θεόν, καὶ δώ|σει σοι. ἡ δὲ τοῦ μεγάλου θεοῦ σὐστασίς ἐστιν | ἥδε· βαστάξας κεντρῖτιν τὴν προκειμέ-
780 νην | βοτάνην τῇ συνόδῳ τῇ γενομένη λέοντι ἄρον τὸν χυλὸν καὶ μίξας μέλιτι καὶ ζμύρ|νη γράψον ἐπὶ φύλλου περσέας τὸ ὀκταγράμ|ματον ὄνομα, ὡς ὑπόκειται,
785 καὶ πρὸ γ' ἡμε|ρῶν ἁγνεύσας ἐλθὲ πρωίας πρὸς ἀνατολάς, | ἀπόλειχε τὸ φύλλον δεικνύων ἡλίῳ, καὶ | οὕτως ἐπακούσεται τελείως. ἄρχου δὲ αὐτὸν | τελεῖν τῇ ἐν λέοντι κατὰ θεὸν νουμηνίᾳ. | τὸ δὲ ὄνομά ἐστιν τοῦτο· ϊ εε οο ϊαϊ. τοῦτο | ἓκ-
790 λειχε, ἵνα φυλακτηριασθῆς, καὶ τὸ φύλλον | ἑλίξας ἔμβαλε εἰς τὸ ῥόδινον. πολλάκις | δὲ τῇ πραγματεία χρησάμενος ὑπερεθαύ|μασα. εἶπεν δέ μοι ὁ θεός· 'μηκέτι χρῶ | τῷ συγχρίσματι, ἀλλὰ ῥίψαντα εἰς ποταμὸν <χρὴ>), 'χρᾶσθαι φοροῦντα
795 τὸ μέγα μυστήριον | τοῦ κανθάρου τοῦ ἀναζωπυρηθέντος | διὰ τῶν κε ζῴων ὄρνεων, χρᾶσθαι ἅπαξ τοῦ μηνός, ἀντὶ τοῦ κατὰ ἔτος γ', κατὰ | πανσέληνον,' ἡ δὲ
800 κεντρίτις βοτάνη φύ|εται ἀπὸ μηνός Παϋνὶ ἐν τοῖς μέρεσι τῆς | μελάνης γῆς, ὁμοία δέ ἐστιν τῷ ὀρθῷ | περιστερεώνι. ἡ δὲ γνώσις αὐτῆς οὕτως | γίγνεται· ἴβεως πτερὸν χρίεται τὸ ἀκρο | μέλαν χαλασθὲν τῷ χυλῷ καὶ ἅμα τῷ θι | γεῖν ἀπο-
805 πίπτει τὰ πτερά, τοῦτο τοῦ κυρίου || ὑποδείξαντοσ εὑρέθη ἐν τῷ Μενε|λαΐτῃ ἐν τῇ Φαλαγρὺ πρὸς ταῖς ἀναβολαῖς πλησίον τοῦ Βησάδος βοτάνης. ἔστιν δὲ | μονόκλωνον καὶ πυρρὸν ἄχρι τῆς ῥίζης | καὶ τὰ φύλλα οὐλότερα καὶ τὸν καρπὸν |
810 ἔχοντα ὅμοιον τῷ κορύμβω ἀσπαράγου | ἀγρίου. ἔστιν δὲ παραπλήσιον τῷ | καλουμένῳ ταλάπη, ὡς τὸ ἄγριον σεῦ|τλον. τὰ δὲ φυλακτήρια ἔχει τὸν τρόπον |
815 τοῦτον· τὸ μὲν δεξιόν γράψον εἰς ὑμέ να | προβάτου μέλανος ζμυρνομέλανι, | τὸ δὲ αὐτὸ δήσας νεύροις τοῦ αὐτοῦ ζώου | περίαψαι, τὸ δὲ εὐώνυμον εἰς ὑμένα | λευκού προβάτου καὶ χρῶ τῷ αὐτῷ | τρόπῳ. ευώνυμ<ον τ>οῦ 'προσθυμηρι' πλη-
820 ρέστα | τον καὶ τὸ ὑπόμνημα ἔχει· |
ὡς εἰπὼν τάφροιο διήλασε μώνυχας ἵππους,' |
ἄνδρας τ'ἀσπαίροντας ἐν ἀργαλέοισι φόνοισι' |
αὐτοὶ δ'ἱδρῶ πολλὸν ἀπενίζοντο θαλάσσῃ΄΄ |
'τολμήσεις Διὸς ἄντα πελώριον ἔγχος ἀεῖραι.' |
825 ἀνέβη Ζεὺς εἰς ὄρος χρυσοῦν μόσχον ἔχων | καὶ μάχαιραν ἀργυρέαν· πᾶσιν μέρος ἐπέ|δωκεν, 'Αμάρᾳ μόνον οὐκ ἔδωκεν, εἶπεν | δέ· ἔξαφες, ὃ ἔχεις, καὶ τότε λήψει ψινωθερ νωψιθερ | θερνωψι' (κοινόν). ||
830 ̔'tλῆ μὲν Ἄρης, ὅτε μιν 'Ωτος κρατερός τ' 'Επιάλτης.' | Θυμοκάτοχον·| 'τολμήσεις Διὸς ἄντα πελώριον ἔγχος ἀεῖραι.' | Πρὸς φίλους· | 'αἱρείτω, μὴ χάρμα γενώμεθα δυσμενέεσσιν.' ||
835 Ἀπὸ ἐτῶν νγ καὶ μηνῶν θ' ἔλαβεν τοὺς χρό|νους Ἑρμῆς ἐπὶ ἔτη ι' καὶ μῆνας θ', ἀφ' ὧν | ἑαυτῷ ἐπιμερίζει μῆνας κ', ὡς εἶναι ἔτη νε | μῆνας ε', εἶτα 'Αφρο-
840 δίτῃ μῆνας η', ὡς εἶναι | καὶ ὧδε ἔτη νϛ μῆνα α', εἶτα Ἡλίῳ μῆνας ιθ, || ὡς εἶναι ἔτη νζ μῆνας η'. ἐν τούτοις ἐπι μεριζομένοις 'Ηλίῳ χρόνοις, τοῦτ' ἔστιν | τοῖς ιθ μησίν, ἐπιβαλοῦ, εἰς ὃ ζητεῖς, με|τὰ τοῦτο ἐπιμερίζει ¨Αρεϊ μῆνας ιε, ὡς εἶναι | ἔτη
845 νη μῆνας ια. οὗτοι ἐναντίοι χρόνοι. εἴ|τα 'Σελήνῃ μῆνας κε, ὡς εἶναι ἔτη ξα. οὗ | τοι καλοί. εἶτα Διῒ μῆνας ι̅β, ὡς εἶναι | ἔτη ξβ. οὗτοι καλοί. εἶτα Κρόνῳ μῆνας λ', | ὡς εἶναι ἔτη ξδς. οὗτοι σωματικῶς | φαῦλοι, ἐν οἷς καὶ κλιμακτήρες. ||
850 Σολομῶνος κατάπτωσις, καὶ ἐπὶ παίδων | καὶ τελείων ποιοῦσα· ὄμνυμί σοι θε|ούς τε ἁγίους καὶ θεοὺς οὐρανίους μη | δενὶ μεταδοῦναι τὴν Σολομῶνος πρα-|
855 γματείαν μηδὲ μὴν ἐπί του εὐχερούς | πράττειν, εἰ μή σε πρᾶγμα ἀναγκαῖον | ἐπείξη, μή πῶς σοι μήνις τηρηθείη. | λόγος λεγόμενος· 'Οὐριωρ· Ἀμήν ιμ | ταρ χωβ · · κλαμ-
860 φωβ· Φρῆ· φρωρ· | Πταρ· Οὔσιρι· σαΐωβ· τηλω καβη· || μαναταθωρ· ασιωρικωρ· βηεινωρ·| Αμούν ωμ· μηνιχθα· μαχθα | χθαρα· αμαχθα αου· αλακαμβωτ· | βησινωρ' αφησιωρ· φρηφ
865 'αμηϊ | ουρ· λαμασιρ· χηριωβ· πιτρημ· | φηωφ' νιριν· αλλανναθαθ· | χηριωχ· ωνη· Βούσιρι· νινουνο· | αμαναλ· γαγωσαριηρ μηνιαμ· τληρ. οοο αα· ετνη· Οϋσιρι· Οϋσιρι | οϋρισι· οϋρισι·
870 μηνημβ μνημ· Βρα|βηλ· τνηκαιωβ. ἐπάκουσόν μου, τῆς ἁγί|ας μου φωνῆς, ὅτι ἐπικαλοῦμαί σου τὰ ἅγιασ | ὀνόματα, καὶ δήλωσόν μοι, περὶ οὗ θέλω | πράγματος, διὰ
875 τοῦ δεῖνα ἀνθρώπου ἢ παιδίου, | ἐπεὶ οὐκ ἀρκέσομαί σου τὰ ἅγια καὶ ἀμίαν | τα ὀνόματα. ἐλθέ μοι, ὁ γενάμενος Ἑσιης | καὶ ποταμοφόρητος, ἔμπνευσον τῷ δεῖνα ἀν|θρώπῳ ἢ παιδί, περὶ οὗ σου πυνθάνομαι· | Βαρβήθ· μνωρ· αραριακ· ταρηριμ· | ωαρ·