Homeric Hymn 5 to Aphrodite, 58–63 (c. 7th–6th century BCE)
ἐς Κύπρον δ᾽ ἐλθοῦσα θυώδεα νηὸν ἔδυνεν
ἐς Πάφον, ἔνθα δέ οἱ τέμενος βωμός τε θυώδης·
ἔνθ᾽ ἥ γ᾽ εἰσελθοῦσα θύρας ἐπέθηκε φαεινάς,
ἔνθα δέ μιν Χάριτες λοῦσαν καὶ χρῖσαν ἐλαίῳ
ἀμβρότῳ, οἷα θεοὺς ἐπενήνοθεν αἰὲν ἐόντας,
ἀμβροσίῳ ἑδανῷ.
And coming to Cyprus, she entered the fragrant temple at Paphos, where were her sacred enclosure and fragrant altar. Entering there, she closed the shining doors. There the Charites washed her and christed her with immortal oil, such as coats the gods who are always existing, ambrosial and delightful.